Home
Welcome to my page.
Welcome to my page that no one ever visited. I like blablablabla and I am passionate about waffle waffle.
Marcus Aurelius of the day
anotherΠαρὰ Σέξτου τὸ εὐμενές: καὶ τὸ παράδειγμα τοῦ οἴκου τοῦ πατρονομουμένου: καὶ τὴν ἔννοιαν τοῦ κατὰ φύσιν ζῆν: καὶ τὸ σεμνὸν ἀπλάστως: καὶ τὸ στοχαστικὸν τῶν φίλων κηδεμονικῶς: καὶ τὸ ἀνεκτικὸν τῶν ἰδιωτῶν καὶ τὸ ἀθεώρητον οἰομένων: καὶ τὸ πρὸς πάντας εὐάρμοστον, ὥστε κολακείας μὲν πάσης προσηνεστέραν εἶναι τὴν ὁμιλίαν αὐτοῦ, αἰδεσιμώτατον δὲ αὐτοῖς ἐκείνοις παῤ αὐτὸν ἐκεῖνον τὸν καιρὸν εἶναι: καὶ τὸ καταληπτικῶς καὶ ὁδῷ ἐξευρετικόν τε καὶ τακτικὸν τῶν εἰς βίον ἀναγκαίων δογμάτων: καὶ τὸ μηδὲ ἔμφασίν ποτε ὀργῆς ἢ ἄλλου τινὸς πάθους παρασχεῖν, ἀλλὰ ἅμα μὲν ἀπαθέστατον εἶναι, ἅμα δὲ φιλοστοργότατον: καὶ τὸ εὔφημον ἀψοφητὶ καὶ τὸ πολυμαθὲς ἀνεπιφάντως.
Sandpit & tools